Eυχές του Aγίου Mοδέστου

Δικά σας Άρθρα που αφορούν το Σκύλο,
ή άλλα ενδιαφέροντα άρθρα που ίσως διαβάσατε κάπου αλλού.
Απάντηση
Άβαταρ μέλους

Topic author
Giorgis T
Forum Trainer
Δημοσιεύσεις: 131
Εγγραφή: 29 Μάιος 2015, 21:49
Όνομα: Giorgis
Has thanked: 16 times
Been thanked: 19 times

Eυχές του Aγίου Mοδέστου

Δημοσίευση από Giorgis T » 17 Δεκ 2015, 20:55

Ο Άγιος Μόδεστος υπήρξε Πατριάρχης Ιεροσολύμων τον 3ο μ. Χ. αιώνα. Από το Θεό του δόθηκε το χάρισμα να θεραπεύει τα κατοικίδια. Οι ζωόφιλοι τον επικαλούνται διαβάζοντας την ευχή του για την προστασία των ζώων τους. Μια ακόμα ευχή που επικαλείται τη βοήθεια του Αγίου, έχει γράψει ο Όσιος Νικόδημος ο Αγιορείτης.

Του Κυρίου Δεηθώμεν.

Ὅ του φωτὸς δημιουργός, Κύριε ὁ Θεὸς ἡμῶν, καταξίωσόν με τῆς βασιλείας σου ἐπιτυχεῖν, ὅτι σὲ, Δέσποτα, καὶ μόνον ἐπεπόθησεν ἡ ψυχή μου, καὶ διὰ τὸ ὄνομά σου, θανάτου καὶ βασάνων ηὐλόγησα:. μὴ οὖν ἀνάξιον κρίνῃς μὲ φιλάνθρωπε, τῶν σῶν ἀγαθῶν, ἀλλ’ ἐπάκουσόν μου τοῦ δούλου σου, καὶ πρόσδεξαί μου ταύτην τὴν προσευχὴν. καὶ ὅστις τὸ ἐμὸν ἐπικαλέσηται ὄνομα, καὶ τὴν μνήμην ἐμοῦ τοῦ ταπεινοῦ ἐκτελέση, βοηθὸς αὐτῷ γενοῦ, Κύριε, καὶ μὴ ἐγκαταλίπῃς αὐτόν, ἀλλ’ ἔμπλησον αὐτὸν παντὸς ἀγαθοῦ, καὶ δώρησαι αὐτῷ πλούσια τὰ ἐλέη σου. καὶ ὅστις ἀναγνώση τὸ τῆς ἀθλήσεώς μου μαρτύριον, εὐλόγησον αὐτόν, Κύριε, καὶ πᾶσαν τὴν περιουσίαν αὐτοῦ. Ἀπέλασον δὲ καὶ ἀποδίωξον διὰ τοῦ ὀνόματος τοῦ δούλου σου Μοδέστου ἀπὸ πάντων αὐτοῦ τῶν κτηνῶν παντοίαν βλάβην καὶ νόσον. Ναί, Δέσποτα, ἔπιδε ἐξ ἁγίου κατοικητηρίου σου, ἐπὶ τὴν ἐμὴν προσευχήν, καὶ εὐλόγησον, καὶ πλήθυνον τὰ κτήνη αὐτοῦ, ὡς εὐλόγησας καὶ ἐπλήθυνας τὰ ποίμνια, Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, καὶ πάντων σοῦ τῶν θεραπόντων, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν.

Εὐχὴ

(ποίημα τοῦ ὁσίου Πατρὸς ἡμῶν Νικοδήμου τοῦ Ἁγιορείτου)

Του Κυρίου Δεηθώμεν.

Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεός μου, ὁ ἐλεήμων καὶ πανάγαθος, ὁ πᾶσαν τὴν νοητὴν καὶ αἰσθητὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας. ὁ τοὺς οἰκτιρμούς σου ἐκχέων ἐπὶ πάντα τὰ ὑπὸ σοῦ δημιουργηθέντα. ὁ διὰ τῆς παναγάθου προνοίας σου πάντων προνοών, καὶ πάντων κηδόμενος τῶν κτισμάτων σου, ἀΰλων, ὑλικῶν, λογικῶν, ἀλόγων, ἐμψύχων, ἀψύχων, ἀπὸ τῶν πρώτων ἕως τῶν ἐσχάτων. οὐδὲν γὰρ ἀπρονόητον, οὐδὲ ἠμελημένον παρὰ σοὶ τῷ ποιητῇ καὶ προνοητῇ τοῦ παντὸς. σύ γαρ εἶ ο ανοίγων την χείραν σου και εμπιπλῶν πᾶν ζῷον εὐδοκίας. συ εἶ ὁ ἐξαντατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. σύ εἶ ὁ πάλαι τάς τῶν ζῴων ἀγέλας τοῦ Ἰσραὴλ ἀνωτέρας διαφυλάξας τῆς θανατηφόρου πληγῇς τῶν πρωτοτόκων ζῴων τῶν Αἰγυπτίων. σύ εἶ ὁ διὰ τῆς ἐνσάρκου σου οἰκονομίας καταργήσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ τῷ θανάτῳ σου θανατώσας τὸν θάνατον. σύ γὰρ εἶ ὁ καὶ δι’ ἐμοῦ τοῦ ἀναξίου δούλου σου, τὸν μὲν ὄφιν θανατώσας, τὸν τὴν πηγὴν τοῦ ὕδατος τῷ ἑαυτοῦ ἰῷ διαφθείραντα, τὰ δὲ ἐξ αὐτοῦ πιόντα ζῷα, καὶ νεκρωθέντα, τῇ ζωοποιῷ δυνάμει σου ἀναστήσας. τὸν δὲ εἰς τοῦτο συνεργήσαντα δαίμονα ἐμφανῆ γενέσθαι παρασκευάσας ὀμνύοντα, μηδέποτε προσεγγίσαι τολμῆσαι, ὅπου ἂν ἐπικληθείη τὸ ταπεινὸν ἐμοῦ ὄνομα. Σύ τοίνουν δέομαι, Δέσποτα πανάγαθε, καὶ ποιητὰ τοῦ παντός, καὶ σὲ ἱκετεύω τὸν τῆς ζωῆς πάσης αἴτιον. Ἐπάκουσον ταύτης μου τῆς δεήσεως καὶ ἀπέλασον πᾶσαν θανατηφόρον ἀσθένειαν καὶ βλάβην ἀπὸ τῶν βοῶν (ἣ ἵππων, ὄνων, ἡμιόνων, προβάτων, αἰγῶν, μελισσῶν), καὶ τῶν λοιπῶν ζῴων, τῶν εἰς χρείαν ὄντων τῆς ζωῆς τῶν δούλων σου, τῶν ἐπικαλουμένων σὲ τὸν δοτῆρα πάντων τῶν ἀγαθῶν, καὶ τὸ ἐμὸν ὄνομα. Καὶ δός, Κύριε, πᾶσι τοῖς τὴν ἐμὴν μνήμην ἐπιτελοῦσι, καὶ μετὰ πίστεως προστρέχουσι τοῖς λειψάνοις, εἰρήνην σταθεράν, πληθυσμὸν ζώων, αφθονίαν σίτου, οίνου και ελαίου, επί πάσιν άφεσιν αμαρτιών, σωμάτων υγείαν, και την των ψυχών αιώνιον σωτηρίαν. Ναί, Κύριε Ἰησοῦ Χριστέ, τοῖς ἰδίοις σπλάγχνοις ἐπικαμπτόμενος, οἴκτειρον τὰ πάσχοντα ζῷα, τῇ δρεπάνῃ τοῦ θανάτου ἀγεληδὸν θεριζόμενα, καὶ ὡς λόγον μὴ ἔχοντα, μόνοις τοῖς μυκηθμοῖς, καὶ ταῖς γοεραῖς καὶ ἀνάρθροις φωναῖς, τὸ πάθος καὶ τὴν ὀδύνην αὐτῶν ἐλεεινῶς ἐξαγγέλλοντα. ὥστε καὶ τοὺς λογικοὺς εἰς συμπάθειαν τούτων ἕλκεσθαι. Εἰ γὰρ δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ, πῶς οὐκ οἰκτειρήσῃς ταῦτα, σύ ὁ τούτων ποιητὴς καὶ προνοητής; Σῦ γάρ, εὔσπλαγνε, και τῶν ἐν τῇ Κιβωτῷ ζῴων ἐμνήσθης, ὑπὸ τῆς οἰκείας χρηστότητος καὶ τῶν οἰκτιρμῶν σου νικώμενος. Ἵνα διὰ τῆς εὐεξίας καὶ τοῦ πληθυσμοῦ τῶν βοῶν καὶ λοιπῶν τετραπόδων ζῴων, καλλιεργῆται μὲν ἡ γῆ, αὐξάνωσι δὲ οἱ καρποί, καὶ ἀφθόνως οἱ δοῦλοι σου οἱ ἐπικεκλημένοι τὸ ὄνομά σου ἀπολαύσωσι τῶν ἰδίων γεωργιῶν. ἐκ τούτων δὲ πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύωσιν εἰς πᾶν ἔργον ἀγαθόν. καὶ δοξάζωσι μέν, σὲ τὸν χορηγὸν παντὸς ἀγαθοῦ, τιμῶσι δὲ κἀμέ τὸν σὸν δοῦλον καὶ ἱκέτην θερμότατον τῆς παντοκρατορικὴς Βασιλείας σου. ὧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν.

Πηγή : http://choratouaxoritou.gr/?p=30820

Απάντηση

Επιστροφή στο “ΑΡΘΡΑ ΓΙΑ ΤΟΝ ΣΚΥΛΟ”